Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.10.2 | Hdt. 4.11.3 (English) | >>Hdt. 4.12.2 |
4.11.1
ἔστι δὲ καὶ ἄλλος λόγος ἔχων ὧδε , τῷ μάλιστα λεγομένῳ αὐτός πρόσκειμαι , Σκύθας τοὺς νομάδας οἰκέοντας ἐν τῇ Ἀσίῃ , πολέμῳ πιεσθέντας ὑπὸ Μασσαγετέων , οἴχεσθαι διαβάντας ποταμὸν Ἀράξην ἐπὶ γῆν τὴν Κιμμερίην (τὴν γὰρ νῦν νέμονται Σκύθαι , αὕτη λέγεται τὸ παλαιὸν εἶναι Κιμμερίων ),
4.11.2 τοὺς δὲ Κιμμερίους ἐπιόντων Σκυθέων βουλεύεσθαι ὡς στρατοῦ ἐπιόντος μεγάλου , καὶ δὴ τὰς γνώμας σφέων κεχωρισμένας , ἐντόνους μὲν ἀμφοτέρας , ἀμείνω δὲ τὴν τῶν βασιλέων · τὴν μὲν γὰρ δὴ τοῦ δήμου φέρειν γνώμην ὡς ἀπαλλάσσεσθαι πρῆγμα εἴη μηδὲ πρὸ σποδοῦ μένοντας κινδυνεύειν , τὴν δὲ τῶν βασιλέων διαμάχεσθαι περὶ τῆς χώρης τοῖσι ἐπιοῦσι .
4.11.3 οὔκων δὴ ἐθέλειν πείθεσθαι οὔτε τοῖσι βασιλεῦσι τὸν δῆμον οὔτε τῷ δήμῳ τοὺς βασιλέας · τοὺς μὲν δὴ ἀπαλλάσσεσθαι βουλεύεσθαι ἀμαχητὶ τὴν χωρῆν παραδόντας τοῖσι ἐπιοῦσι · τοῖσι δὲ βασιλεῦσι δόξαι ἐν τῇ ἑωυτῶν κεῖσθαι ἀποθανόντας μηδὲ συμφεύγειν τῷ δήμῳ , λογισαμένους ὅσα τε ἀγαθὰ πεπόνθασι καὶ ὅσα φεύγοντας ἐκ τῆς πατρίδος κακὰ ἐπίδοξα καταλαμβάνειν .
4.11.4 ὡς δὲ δόξαι σφι ταῦτα , διαστάντας καὶ ἀριθμὸν ἴσους γενομένους μάχεσθαι πρὸς ἀλλήλους . καὶ τοὺς μὲν ἀποθανόντας πάντας ὑπʼ ἑωυτῶν θάψαι τὸν δῆμον τῶν Κιμμερίων παρὰ ποταμὸν Τύρην (καί σφεων ἔτι δῆλος ἐστὶ ὁ τάφος ), θάψαντας δὲ οὕτω τὴν ἔξοδον ἐκ τῆς χώρης ποιέεσθαι · Σκύθας δὲ ἐπελθόντας λαβεῖν τὴν χώρην ἐρήμην .
Herodotus, The Histories (XML Header) [genre: prose] [word count] [lemma count] [Hdt.]. | ||
<<Hdt. 4.10.2 | Hdt. 4.11.3 (English) | >>Hdt. 4.12.2 |